Ancient Greek
7.17 to 7.27
Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico) 7.17-27
Not analysed yet
καὶ πᾶν προσπορευομενον, τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους. κριούς. ἀμνούς, καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου τοῦ οἴκου τοῦ θεοῦ ὑμῶν τοῦ ἐν Ἰερουσαλήμ. καὶ ἔτι ἐπὶ σέ καὶ τοὺς ἀδελφούς σου ἠγαθύνθη ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι; ὡς ἀρεστὸν τῷ θεῷ ὑμῶν ποιήσατε. καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεοῦ παράδος ἐνώπιον θεοῦ ἐν Ἰερουσαλήμ. καὶ κατάλοιπον χρείας οἴκου θεοῦ ὃ ἂν φανῇ σοι δοῦναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως. καὶ ἀπʼ ἐμοῦ, ἔγωγ᾿ Ἀρσαρθαθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσρας ὁ ἱερεὺς γραμματεὺς τοῦ νόμου τοῦ θεοῦ τοῦ οὐρανοῦ ἑτοίμαως γινέσθω, ἕως ἀργυρίου ταλάντων καὶ ἕως πυροῦ κόρων ἑκατόν, καὶ ἕως οἴνου ἀποθηκῶν ἑκατόν, καὶ ἄλας οὗ οὐκ ἔστιν γραφή. πᾶν ὅ ἐστιν ἐν γνώμῃ θεοῦ τοῦ οὐρανοῦ γινέσθω. προσέχετε ἐπιχειρῆσαι μήτι εἰς οἶκον θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσιν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, ἄδουσιν, πυλωροῖς, Ναθεινεὶμ καὶ λειτουργοῖς οἴκου θεοῦ τούτου, φόρος μὴ ἔστω σοι· οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς. καὶ σύ, Ἔσρα, ᾧ ἡ σοφία τοῦ θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτάς, ἴνα ὦσιν κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσιν τοῖς εἰδόσιν νόμον τοῦ θεοῦ· καὶ τῷ μὴ εἰδότι γνωριεῖτε. καὶ πᾶς ὃς ἂν μὴ ἦ ποιῶν νόμον τοῦ θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐὰν εἰς θάνατον ἐὰν εἰς παιδείαν ἐὰν εἰς ζημίαν βίου ἐὰν εἰς παράδοσιν. εὐλογητὸς Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν οὕτως ἐν καρδίᾳ τοῦ βασιλέως, τοῦ δοξάσαντος οἶκον τὸν ἐν Ἰερουσαλήμ,