# Esdrae II (Ezra, Nehemia in textu Masoretico) 8.30-36

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), 8.30 to 8.36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/esdrae-ii-ezra-nehemia-in-textu-masoretico/8.30

καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευεῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν, ἐνεγκεῖν εἰς Ἰερουσαλὴμ εἰς οἶκον θεοῦ ἡμῶν. Καὶ ἐξήραμεν ἀπὸ τοῦ ποταμοῦ Θουέ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς Ἰερουσαλήμ· καὶ χεὶρ θεοῦ ἡμῶν ἦν ἐφʼ ἡμῖν, καὶ ἐρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ. καὶ ἤλθομεν εἰς Ἰερουσαλήμ, καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μερειμὼθ υἱοῦ Οὐρεία τοῦ ἱερέως, καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ υἱὸς Φεινεές, καὶ μετʼ αὐτῶν Ἰωζαβὰδ υἱὸς Ἰησοῦ καὶ Νοαδεὶ ἀπὸ Ἐβανναιὰ οἱ Λευεῖται· ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ διελθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ θεῷ Ἰσραήλ, μόσχους δώδεκα περὶ παντὸς Ἰσραήλ, κριοὺς ἐνενήκοντα ἕξ, ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτωμάτααον. καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ ἐπάρχοις πέραν τοῦ ποταμοῦ· καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ θεοῦ.

---

Septuaginta, Esdrae II (Ezra, Nehemia in textu Masoretico), ed. Henry Barclay Swete. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg018.local002/.
