Ancient Greek · ~4 min
4.1 to 4.7
Septuaginta, Esther 4.1-7
Not analysed yet
Ὁ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδὸν καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός. καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν. καὶ ἐν πάσῃ χώρᾳ, οὗ ἐξετίθετο τὰ γράμματα, κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ιουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς. καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης καὶ ἀνήγγειλαν αὐτῇ, καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονὸς καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον, ὁ δὲ οὐκ ἐπείσθη. ἡ δὲ Εσθηρ προσεκαλέσατο Αχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παρειστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές· ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο Αμαν τῷ βασιλεῖ εἰς τὴν γάζαν ταλάντων μυρίων, ἵνα ἀπολέσῃ τοὺς Ιουδαίους·