Ancient Greek · ~7 min
23.1 to 23.16
Septuaginta, Ezechiel 23.1-16
Not analysed yet
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν. καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα. καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ’ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ’ ἵππων. καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ’ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο. καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ’ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ’ αὐτήν. διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ’ οὓς ἐπετίθετο. αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. —καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς. ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ’ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο. καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν, καὶ ἐπέθετο ἐπ’ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.