Ancient Greek · ~7 min
23.28 to 23.41
Septuaginta, Ezechiel 23.28-41
Not analysed yet
διότι τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ’ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ’ αὐτῶν· καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου. τάδε λέγει κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι μέθην καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει κύριος. διὰ τοῦτο τάδε λέγει κύριος Ἀνθ’ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. —καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν; καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι’ ἐμπύρων. ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.