Ancient Greek · ~7 min
24.15 to 24.27
Septuaginta, Ezechiel 24.15-27
Not analysed yet
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυσθῇς. στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι. καὶ εἶπεν πρός με ὁ λαός Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτα, ἃ σὺ ποιεῖς; καὶ εἶπα πρὸς αὐτούς Λόγος κυρίου πρός με ἐγένετο λέγων Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. καὶ ἔσται Ιεζεκιηλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησεν, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος. —καὶ σύ, υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω τὴν ἰσχὺν παρ’ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον, καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος.