Ancient Greek
27.16 to 27.29
Septuaginta, Ezechiel 27.16-29
Not analysed yet
ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις, καὶ Ραμωθ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου. Ιουδας καὶ οἱ υἱοὶ τοῦ Ισραηλ, οὗτοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου· καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμίκτῳ σού ἐστιν. Δαιδαν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε. ἔμποροι Σαβα καὶ Ραγμα, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου. Χαρραν καὶ Χαννα, οὗτοι ἔμποροί σου. Ασσουρ καὶ Χαρμαν ἔμποροί σου φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα. πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης. ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέν σε ἐν καρδίᾳ θαλάσσης. ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. πρὸς τὴν φωνὴν τῆς κραυγῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται, καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται