Ancient Greek · ~7 min
27.16 to 27.29
Septuaginta, Genesis 27.16-29
Not analysed yet
καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ιακωβ τοῦ υἱοῦ αὐτῆς. καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ. εἶπεν δέ Πάτερ. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ· τίς εἶ σύ, τέκνον; καὶ εἶπεν Ιακωβ τῷ πατρὶ αὐτοῦ Ἐγὼ Ησαυ ὁ πρωτότοκός σου· ἐποίησα, καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. εἶπεν δὲ Ισαακ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν Ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου. εἶπεν δὲ Ισαακ τῷ Ιακωβ Ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ησαυ ἢ οὔ. ἤγγισεν δὲ Ιακωβ πρὸς Ισαακ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν Ἡ μὲν φωνὴ φωνὴ Ιακωβ, αἱ δὲ χεῖρες χεῖρες Ησαυ. καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπεν Σὺ εἶ ὁ υἱός μου Ησαυ; ὁ δὲ εἶπεν Ἐγώ. καὶ εἶπεν Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήγαγεν αὐτῷ, καὶ ἔφαγεν· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιεν. καὶ εἶπεν αὐτῷ Ισαακ ὁ πατὴρ αὐτοῦ Ἔγγισόν μοι καὶ φίλησόν με, τέκνον. καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν ηὐλόγησεν κύριος. καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου. καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.