Ancient Greek · ~1 min
45.27 to 45.28
Septuaginta, Genesis 45.27-28
Not analysed yet
ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ πνεῦμα Ιακωβ τοῦ πατρὸς αὐτῶν. εἶπεν δὲ Ισραηλ Μέγα μοί ἐστιν, εἰ ἔτι Ιωσηφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.