Ancient Greek · ~7 min
46.17 to 46.30
Septuaginta, Genesis 46.17-30
Not analysed yet
υἱοὶ δὲ Ασηρ· Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια, καὶ Σαρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαρια· Χοβορ καὶ Μελχιηλ. οὗτοι υἱοὶ Ζελφας, ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ, δέκα ἓξ ψυχάς. —υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ· Ιωσηφ καὶ Βενιαμιν. ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως, τὸν Μανασση καὶ τὸν Εφραιμ. ἐγένοντο δὲ υἱοὶ Μανασση, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχιρ· Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ. υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μανασση· Σουταλααμ καὶ Τααμ. υἱοὶ δὲ Σουταλααμ· Εδεμ. υἱοὶ δὲ Βενιαμιν· Βαλα καὶ Χοβωρ καὶ Ασβηλ. ἐγένοντο δὲ υἱοὶ Βαλα· Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν· Γηρα δὲ ἐγέννησεν τὸν Αραδ. οὗτοι υἱοὶ Ραχηλ, οὓς ἔτεκεν τῷ Ιακωβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ. —υἱοὶ δὲ Δαν· Ασομ. καὶ υἱοὶ Νεφθαλι· Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ. οὗτοι υἱοὶ Βαλλας, ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ· πᾶσαι ψυχαὶ ἑπτά. —πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε. Τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ιωσηφ συναντῆσαι αὐτῷ καθ’ Ἡρώων πόλιν εἰς γῆν Ραμεσση. ζεύξας δὲ Ιωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ισραηλ τῷ πατρὶ αὐτοῦ καθ’ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι. καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.