# Isaias 1-15

Septuaginta, Isaias, 1 to 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/1

Ὅρασις ἥν εἶδεν Ἠσαίας υἱὸς Ἀμώς, ἥν εἶδεν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωαθὰμ καὶ Ἀχὰς καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὑτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὃ λαός με οὗ συνῆκεν. οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι. ἐγκατελίπετε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν ; πᾶσα κεφαλὴ εἷς πόνον καὶ πᾶσα καρδία εἷς λύπην. ἀπὸ ποδῶν ἔως κεφαλῆς, οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. ἡ γῆ ὑμῶν ἕρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστον τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἦ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὥς πόλις πολιορκουμένη· καὶ εἶ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας. τί ἐμοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν ; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργείαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἷς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψει) τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
