Ancient Greek
10.1 to 10.14
Septuaginta, Isaias 10.1-14
Not analysed yet
Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, καὶ ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἷς ἁρπαγήν, καὶ ὀρφανὸν εἷς προνομήν. καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ ἐπισκοπῆς ; ἡ γὰρ θλίψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐν ταῖς χερσὶν αὐτῶν. τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστέλλω, καὶ τῷ ἐμῷ λαῷ συντάξω τοῦ ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἷς κονιορτόν. αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ πῆ ψυχῇ οὔχ οὕτως λελόγισται· ἀλλὰ ἀπαλλάξει ὃ νοῦς αὐτοῦ, καὶ τοῦ ἐξολεθρεῦσαι ἔθνη οὐκ ὀλίγα. καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἅρχων, καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννή, οὗ ὃ πύργος ᾠκοδομήθη ; καὶ ἔλαβον Ἀραβείαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς χώρας λήμψομαι. ὀλολύξατε, τὸ, γλυπτὰ ἐν Ἰερουσαλὴμ καὶ ἐν Σαμαρείᾳ· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις <αὐτῆς,> οὕτως ποιήσω καὶ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν έν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλήμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. εἶπεν γὰρ Τῇ ἰσχύι ποιήσω, καὶ <τῆ σοφίᾳ. τῆς συνέσεως> ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν προνομεύσω· καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρί μου ὡς νοσσιάν, καὶ ὡς καταλελιμμένα ὠᾶ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι.