Ancient Greek
10.29 to 10.34
Septuaginta, Isaias 10.29-34
Not analysed yet
καὶ παρελεύσεται εἰς Μαγεδδώ, καὶ ἐν Μαχμὰς θήσει τὰ, σκεύη αὐτοῦ· καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήμψεται ῾Ραμὰ πόλιν Σαούλ. φεύξεται ἡ θυγάτηρ τηρ Γαλείμ, ἐπακούσεται ἐν Σά, ἐπακούσεται ἐν Ἀναθώθ· ἐξέστη Μαδεβηνὰ καὶ οἱ κατοικοῦντες Γιββείρ. παρακαλεῖτε σήμερον ἐν τῇ ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ. ἰδοὺ γὰρ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοί, <καὶ πεσοῦνται ὑψηλοὶ> μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.