Ancient Greek
14.16 to 14.30
Septuaginta, Isaias 14.16-30
Not analysed yet
οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἅνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ καὶ τὰς πόλεις καθεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ. πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἐν αἵματι ἱμάτιον πεφυρμένον οὐκ ἔσται καθαρόν, οὔτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἷς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. ἑτοίμασον σφαγῆναι τὰ τέκνα σου ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐπαναστήσομαι τὴν γῆν πολέμων. καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα· τάδε λέγει Κύριος. καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ <βάραθρον> εἰς ἀπώλειαν. Τάδε λέγει Κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου· καὶ ἔσονται ἐς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τό κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. αὔτη ἡ βουλὴ ἥν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τοῦ ἔτους οὗ ἀπέθανεν Ἀχὰζ ὁ βασιλεὺς τό ῥῆμα τοῦτο. Μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι, συνετρίβη γὰρ ὁ ζυγός τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ, ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι. καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ· πτωχοὶ δὲ ἄνδρες ἐπ᾿ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλιμμά σου ἀνελεῖ.