# Isaias 16-31

Septuaginta, Isaias, 16 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/16

λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς καὶ τὰς ἔριον λευκανῶ. καὶ ἐὰν θέλετε καὶ εἰσακούσητέ μου, τὸ. ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως ; ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· αἱ πόλεις ὑμῶν πυρίκαυστοι οἶ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὗ κρίνοντες καὶ κρίσιν χήρας οὔ προσέχοντες. διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος σαβαὼθ Οὐαὶ οἱ ἰσχύοντες Ἰερουσαλήμ· οὗ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω. καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἷς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ· καὶ πάντας ὑπερηφάνους ταπεινώσω.] καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς· καὶ μετὰ, ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἳ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται· διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ὃ ἐπεθύμησαν. ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὸ. φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἦ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὑτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὔκ ἔσται ὅ σβέσων.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
