# Isaias 22.1-15

Septuaginta, Isaias, 22.1 to 22.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/22.1

Τὸ ὅραμα τῆς φάραγγος Σιών. Τί ἐγένετό σοι νυν, ὅτι ἀνέβητε πάντες εἷς δώματα μάταια; ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὗ τραυματίαι μαχαίρας, οὐδὲ οἶ νεκροί σου νεκροὶ πολέμου. πάντες οἶ ἄρχοντές σου πεφεύγασιν, καὶ οἶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν. διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· έν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὅρη. οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἅνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως. καὶ ἔσονται αἶ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἶ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου, καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἷς τοὺς ἐκλεκτοὺς οἴκους Τῆς πόλεως, καὶ ἀνακαλύψουσιν λύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἷς τὴν πόλιν, καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἷς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἷς τὸν ἀπ’ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. καὶ ἐκάλεσεν Κύριος σαβαὼθ ἓν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον, λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὔκ ἀφεθήσεται ὑμῖν αὕτη ἦ ἁμαρτία ἕως ἂν ἀποθάνητε. Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἷς τὸ παστοφόριον πρὸς Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
