# Isaias 24.18-23

Septuaginta, Isaias, 24.18 to 24.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/24.18

καὶ ἔσται ὃ φεύγων τὸν φόβον ἐμπεσεῖται εἷς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἦ γῆ, ὡς ὃ μεθύων καὶ ὃ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὗ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία. Καὶ Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἷς ὀχύρωμα καὶ εἷς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
