Ancient Greek
3.16 to 3.25
Septuaginta, Isaias 3.16-25
Not analysed yet
άδε λέγει Κύριος Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών. παίζουσαι, καὶ Κύριος ἀποκαλύψει τό σχῆμα αύτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αύτῶν, καὶ τοὺς κόσμους αύτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης αύτῶν, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα, καὶ τὸ, ἐπιβλήματα τὸ, κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά, καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνθῳ συνκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα. καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἔξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. καὶ ὃ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἷ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται· καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἷς τὴν γῆν ἐδαφισθήσῃ.