# Isaias 30.26-33

Septuaginta, Isaias, 30.26 to 30.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/30.26

καί ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ, χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ, πρόσωπον αὐτῶν. μὴ διὰ. παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ, παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἷς τὸν οἶκον τοῦ Κυρίου πρὸς τόν θεὸν τοῦ Ἰσραήλ; καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βία. διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἄν πατάξῃ αὐτούς. καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ <σοὶ> ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
