# Isaias 34.1-14

Septuaginta, Isaias, 34.1 to 34.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/34.1

προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ἦ οἰκουμένη καὶ ὃ λαὸς ὃ ἐν αὐτῇ. διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσω αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἷς σφαγήν. οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὅρη ἀπὸ τοῦ αἵματος αὐτῶν. καὶ ἐλιγήσεται ὃ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὸ, ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. ἡ μάχαιρα μάχαιρα Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία Κυρίῳ ἐν γῆ Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ, καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἶ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποκαὶ δόσεως κρίσεως Σιών στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἷς θεῖον· καὶ ἔσται αὐτῆς ἦ γῆ καιομένη ὥς πίσσα νυκτὸς νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἷς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἷς γενεὰς ἐρημωθήσεται. καὶ καὶ κατοικήσονται ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες· καὶ ἐπιβληθήσεται ἐπ’ αὐτῇ σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ABBREV ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. οἶ ἄρχοντες αὐτῆς οὔκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἶ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. καὶ ἀναφύσει εἷς τὰς πόλεις αὐτῶν ἄκανθα, καὶ εἷς τὸ, ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνωι καὶ αὐλὴ στρουθῶν· καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις, καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
