# Isaias 40.19-31

Septuaginta, Isaias, 40.19 to 40.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/40.19

μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν; ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὑτοῦ εἰκόνα, καὶ ἴνα μὴ σαλεύηται. οὐ γνώσεσθε; οὒκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἶ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὥς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὥς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας εἷς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν οἷς οὐδὲν ἐποίησεν. οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσουσιν, οὐδὲ μὴ εἷς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ’ αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὥς φρύγανα ἀναλήμψεται αὐτούς. νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος. ἀναβλέψατε εἷς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντα ἐπ᾿ ὀνόματι καλέσει ἀπὸ τῆς πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Μὴ γὰρ εἴπῃς, Ἰακώβ, καὶ τί ἐλόλησας, Ἰσραήλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν, καὶ ἀπέστη; καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ κεινάσουσιν.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
