# Isaias 41.1-16

Septuaginta, Isaias, 41.1 to 41.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/41.1

Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσεις ἀναγγειλάτωσαν. τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, πορεύσεται· δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν· καὶ διώξεται αὐτούς. καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἷς τὰ ἐπερχόμενα ἐγώ εἰμι. εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ. ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα, κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· τότε μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ. καὶ οὐ κινηθήσονται. Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα· οὖ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἴ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε. μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἶμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. ἰδοὺ ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἶ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὥς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἶ ἀντίδικοί σου. ζητήσεις αὐτούς, καὶ οὗ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἷς σέ· ἔσονται γὰρ εἷς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἶ ἀντιπολεμοῦντές σε. ὅτι ἐγὼ ὁ θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ἰσραήλ. ἰδοὺ ἐποίησά σε ὥς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστοειδεῖς, καὶ ἀλοήσεις ὅρη, καὶ λεπτυνεῖς βουνούς, καὶ ὦς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
