Ancient Greek
41.17 to 41.29
Septuaginta, Isaias 41.17-29
Not analysed yet
καὶ ἀγαλλιάσονται οἶ πτωχοὶ καὶ οἶ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐγὼ Κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἷς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, θήσω εἷς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην· ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπισπῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἶ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἅ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὸ, ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ἀναγγείλατε τὸ. ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν, ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. ἐγὼ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπ’ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ αἷς πηλὸς κεραμέως, καὶ οἷς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε. τίς γὰρ ἀναγγελεῖ τὰ, ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδ’ ἀκούων τοὺς λόγους ὑμῶν. ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ. ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι. εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.