# Isaias 42.16-25

Septuaginta, Isaias, 42.16 to 42.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/42.16

καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους οὓς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἷς φῶς, καὶ τὸ, σκολιὰ εἰς εὐθεῖαν. ταῦτα τὸ. ῥήματα ἃ ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς· αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ’ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλ’ ἦ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. ἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὸ. ὦτα, καὶ οὐκ ἠκούσατε. Κύριος ὁ θεὸς ἐβουλεύσατο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ ἴδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἷς προνομήν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσεται εἰς τὸ. ἐπερχόμενα. τίς ἔδωκεν εἰς διαρπαγὴν Ἰακώβ, καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ θεὸς ᾦ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ᾿ αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
