Ancient Greek
43.14 to 43.28
Septuaginta, Isaias 43.14-28
Not analysed yet
Ουτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἷς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεηθήσονται. ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ· βασιλέα ὑμῶν. οὕτως λέγει Κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξάγων ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον. Μὴ μνημονεύετε τὸ. πρῶτα, καὶ τὸ, ἀρχαῖα μὴ συλλογίζεσθε· ἰδοῦ ποιῶ καινὰ ἅ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· εὐλογήσει με τὸ. τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτιῶ τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὔ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ· οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. ἐγώ εἰμι ἐγώ εἶμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὗ μὴ μνησθήσομαι τὰς ἀδικίας σου]. σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἶ ἄρχοντες αὐτῶν ἠνόμησαν εἷς ἐμέ, καὶ ἐμίαναν οἶ ἄρχοντες τὸ, ἅγιά μου· καὶ ἔδωκα ἀπολέσω Ἰακώβ, καὶ Ἰσραὴλ εἶς ὀνειδισμόν.