# Isaias 44.16-26

Septuaginta, Isaias, 44.16 to 44.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/44.16

οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν, καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ ἴδον πῦρ. τὸ δὲ λοιπὸν ἐποίησεν θεὸν γλυπτόν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἴ σύ. οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὑτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγεν, καὶ τὸ λοιπὸν αὑτοῦ εἷς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὑτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου. Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου. ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε. εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε ὅρη εὐφροσύνην, οἶ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ, ἐν αὐτοῖς, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὕτως λέγει Κύριος ὃ λυτρώμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος διεσκέδασεν σημεῖα ἐγγαστριμύθων καὶ μαντίας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἷς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων, καὶ ἱστῶν ῥήματα παίδων αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὃ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰουδαίας οἰκοδομηθήσεσθε, καὶ τὸ. ἔρημα αὐτῆς ἀνατελεῖ·

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
