# Isaias 49.1-11

Septuaginta, Isaias, 49.1 to 49.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/49.1

Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ. χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου, καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὥς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρα αὐτοῦ ἐσκέπασέν με, καὶ εἶπεν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα, καὶ εἷς μάταιον καὶ εἷς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίου, καὶ ὃ πόνος μου ἐναντίον τοῦ θεοῦ μου. καὶ νῦν οὕτως λέγει Κύριος ὅ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ Ἰσραὴλ πρὸς αὐτόν Συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὅ θεός μου ἔσται μου ἰσχύς. καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἷς φῶς ἐθνῶν, τοῦ εἷναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. οὕτως λέγει Κύριος ὃ ῥυσάμενός σε ὅ θεὸς Ἰσραήλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὃ ἅγιος Ἰσραήλ, καὶ ἐξελεξάμην σε. οὕτως λέγει Κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. οὑ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ μὴ πατάξει αὐτοὺς καύσων οὐδὲ ὃ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὸ, πηγῶν ὑδάτων ἄξει αὐτούς· καὶ θήσω πᾶν ὅρος εἷς ὁδὸν καὶ πᾶσαν τρίβον εἷς βόσκημα αὐτοῖς.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
