Ancient Greek
49.12 to 49.24
Septuaginta, Isaias 49.12-24
Not analysed yet
ἰδοὺ ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλίσαθω ἦ γῆ, ῥηξάτωσαν τὰ ὅρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἶπεν δὲ Σιών Ἐγκατέλιπέν με Κύριος, καὶ ὃ θεὸς ἐπελάθετό μου. μὴ μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδίου αὐτῆς. τοῦ μὴ ἐλεῆσαι τὸ, ἔκγονα τῆς κοιλίας αὐτῆς; εἶ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι σοῦ, εἶπεν Κύριος. ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὸ. τείχη, καὶ ἐνώπιόν μου εἲ διὸ. παντός, καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὥν καθῃρέθης, καὶ οἱ ἐρη- μώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντες, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. ὅτι τὸ. ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὸ. πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν ἐνοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. ἐροῦσιν γὰρ εἷς τὰ ὦτά σου οἶ υἱοί σου οὕς ἀπολώλεκας Στενός μοι ὅ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἷς τὸ. ἔθνη τὴν χεῖρά μου, καὶ εἷς τὰς νήσους ἀρῶ σύνσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἶ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ. Μὴ λήμψεταί τις παρὰ. γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;