# Isaias 5.1-13

Septuaginta, Isaias, 5.1 to 5.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/5.1

Ἅσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὥρυξα ἐν αὑτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. καὶ νῦν, ἅνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ, τί ποιήσω ἔτι κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ, μέσον τοῦ ἀμπελῶνός μου. τῷ ἀμπελῶνί μου, καὶ οὔκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἷς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἷς x003E; καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὔ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἷς αὐτὸν ὡς εἷς χέρσον ἄκανθα. καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἷς αὐτὸν ὑετόν. ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν, καὶ ἅνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν, καὶ οὔ δικαιοσύνην ἀλλὰ κραυγήν. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς ; ἠκούσθη γὰρ εἷς τὰ ὦτα Κυρίου σαβαὼθ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἷς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες. οὑ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἔν, καὶ ὃ σπείρων ἀρτάβας ἒξ ποιήσει μέτρα τρία. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες, οἷ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὗ κατανοοῦσιν. τοίνυν αἰχμάλωτος ὃ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
