Ancient Greek
54.16 to 54.17
Septuaginta, Isaias 54.16-17
Not analysed yet
ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε, οὐκ εἰς ἀπώλειαν φθεῖραι. πᾶν σκεῦος φθαρτόν, ἐπὶ δὲ σὲ οὐκ εὐδοκήσω· καὶ πᾶσα φωνὴ ἥ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κυρίῳ, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.