Ancient Greek
57.1 to 57.14
Septuaginta, Isaias 57.1-14
Not analysed yet
Ἴδετε ὡς ὅ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τή καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὃ δίκαιον ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; οἱ παρακαλοῦντες τὸ. εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ. μέσον τῶν πετρῶν. ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; ἐπ᾿ ὅρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας· καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ’ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἔξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν, καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὸ. ὅριά σου, καὶ ἀπέστρεψας, καὶ ἐταπεινώθης ἕως ᾄδου. ταῖς πολυοδίαις σου ἐκοπίασας, καὶ οὐκ εἶπας Παύσομαι, ἐνισχύουσα ἔπραξας ταῦτα, διὰ τοῦτο οὔ κατεδεήθης μου σύ. τίνα εὐλαβηθεῖσα ἐφοβήθης, καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἷς τὴν διάνοιαν οὐδὲ εἷς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὸ. κακά σου, ἂ οὐκ ὠφελήσουσίν σε· ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἓν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται. καὶ ἀποίσει καταιγίς. οἶ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν, καὶ κληρονομήσουσιν τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἐροῦσιν Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς, καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μοῦ.