# Isaias 60.1-14

Septuaginta, Isaias, 60.1 to 60.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/60.1

φωτίζου φωτίζον, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. ἰδοὺ σκότος καὶ γνόφος καλύπτει γῆν ἐπ᾿ ἔθνη· ἐπὶ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὑτοῦ ἐπὶ σὲ ὀφθήσεται· καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ. τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται. τότε ὄψῃ, καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἷς σέ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιάμ καὶ Γαιφάρ· πάντες ἐκ Σαβὰ ἥξουσιν φέροντες χρυσίον, καὶ λίβανον οἴσουσιν καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται · καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ οἱ κριοὶ Ναβαιὼθ ἥξουσίν σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριον μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται, τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ συν νεοσσοῖς; ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τὸν Ἰσραὴλ ἔνδοξον εἶναι. καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σου· διὰ γάρ ὀργήν μου ἐπάταξα σε, καὶ διὰ ἕλεος ἠγάπησά σε. καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους. τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι ἀποθανοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ.

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
