Ancient Greek
63.15 to 63.19
Septuaginta, Isaias 63.15-19
Not analysed yet
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; σὺ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὔκ ἐπέγνω σύ, Κύριε, πατὴρ ῥῦσαι ἡμᾶς, ἀπ’ ἀπ᾿ τὸ ὄνομά σού ἐστιν ἐν ἡμῖν. τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὸ. τοὺς δούλους σου, διὰ τὰς φυλὰς Τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὅρους τοῦ ἁγίου σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐνεκλήθη τὸ ὄνομά σου ἐφ’ ἡμᾶς.