Ancient Greek
66.13 to 66.23
Septuaginta, Isaias 66.13-23
Not analysed yet
ὡς εἶ τινα μήτηρ παρακαλέσει, ὅτι οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε. καὶ ὄψεται καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. ἰδοὺ ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὸ. ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. ἐν γὰρ τῷ πυρὶ Κυρίου καταναλωθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ αὑτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἷς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕιον καὶ τὸ. βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ καταναλωθήσονται, εἶπεν Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖα, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἷς τὰ ἔθνη, εἷς Θαρσεῖς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ Θοβὲλ καὶ εἷς τὴν Ἑλλάδα καὶ εἷς τὰς νήσους τὰς πόρρω, οἲ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔθνεσιν. καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθ’ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἷς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἶ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου. καὶ ἀπ’ αὐτῶν λήμψομαι ἐμαυτῷ ἱερεῖς καὶ Λευίτας, εἶπεν Κύριος. ὃν τρόπον γὰρ ὃ οὐρανὸς καινὸς καὶ ἦ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μένει ἐνώπιόν μου, λέγει οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ἰερουσαλήμ, εἶπεν Κύριος