Ancient Greek
7.16 to 7.25
Septuaginta, Isaias 7.16-25
Not analysed yet
διότι πρὶν ἢ γνῶναι τὸν παιδίον ἀγαθὸν ἡ κακόν, ἀπειθεῖ πονηρίᾳ. τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἥν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἵ οὔπω ἦκασιν ἀφ᾿ ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἦ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξιν τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἷς τὸ. σπήλαια καὶ ἐπὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ θρέψει ἅνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὃ καταλειφθεὶς ἐπὶ τῆς γῆς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἷς χέρσον ἔσονται καὶ ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτρια θήσεται· καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἷς βόσκημα προβάτου καὶ εἷς καταπάτημα βοός.