# Isaias 9.13-21

Septuaginta, Isaias, 9.13 to 9.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/isaias/9.13

καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἔως ἐπλήγη, καὶ τὸν κύριον οὔκ ἐξεζήτησαν. Καὶ Καὶ ἀφεῖλεν Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μία ἡμέρᾳ, πρεσβύτην καὶ τοὺς τὸ, πρόσωπα θαυμάζοντας, αὕτη ἡ ἀρχή, καὶ προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά. καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες, καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους οὐκ εὐφρανθήσεται ὃ θεός, καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει· ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσι τούτοις οὒκ ἀπεστράφη ὃ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσιν τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ. κύκλῳ τῶν βουνῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου συγκαυθήσεται ἡ γῆ ὅλη, καὶ ἔσται ὃ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος. ἅνθρωπος τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἐλεήσει, ἀλλὰ ἐκκλινεῖ εἷς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὗ μὴ ἐμπλησθῇ, ἅνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος [τοῦ ἀδελφοῦ] αὐτοῦ. φάγεται γὰρ Μαννασσὴ τοῦ Ἐφράιμ, καὶ Ἐφράιμ τοῦ Μαννασσή. ὅτι ἅμα πολιορκήσουσιν τὸν Ἰούδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ’ ἔτι ἡ χεὶρ

---

SEPTUAGINTA, Isaias, ed. Richard Rusden Ottley. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg048.local003/.
