Ancient Greek · ~7 min
13.1 to 13.13
Septuaginta, Jeremias 13.1-13
Not analysed yet
Τάδε λέγει Κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων Λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτη, καθὼς ἐνετείλατό μοι Κύριος. καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς καὶ εἶπεν Κύριος πρὸς μέ Ἀνάστηθι βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν. καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μέ λέγων Τάδε λέγει Κύριος Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἰερουσαλήμ, τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὁ οὐ χρησθήσεται εἰς οὐθέν. ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πᾶν οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν· καὶ οὐκ εἰσήκουσάν μου. καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυεὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ μεθύσματι,