# Jeremias 15.13-21

Septuaginta, Jeremias, 15.13 to 15.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/jeremias/15.13

καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ιᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μυυ, ἐφʼ ὑμᾶς καυθήσεται. Κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με, καὶ ἀθῴωσον ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν· γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ ἐμοί, Κύριε Παντοκράτωρ. οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου; ἡ πληγὴ μου στερεά, πόθεν ἰαθήσομαι ; γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν. διὰ τοῦτο τάδε λέγει Κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς. καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν· καὶ πολεμήσουσιν πρὸς σέ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμὶ τοῦ σώζειν σε καὶ ἐξαιρεῖσθαί σε ἐκ χειρὸς πονηρῶν, καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

---

Septuaginta, Jeremias, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg049.local002/.
