Ancient Greek · ~1 min
2.2 to 2.4
Septuaginta, Jeremias 2.2-4
Not analysed yet
Καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεως αὐτοῦ, ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος. ἅγιος Ἰσραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπʼ αὐτούς. φησὶν Κύριος. Ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰαωὼβ καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ.