# Jeremias 2.7-19

Septuaginta, Jeremias, 2.7 to 2.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/jeremias/2.7

καὶ ἤγαγον ὑμῆς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. δὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι. διότι ἔλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδιτε, καὶ εἰς Κηδιὶρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ οὗτοι οὐκ εἰσὶν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ κρῖ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐνατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἱ οὐ δυνήσονται ὕδωρ συνέχειν. μὴ δοῦλός ἐστιν Ἰσραήλ, ἢ οἰκογενής ἐστιν; διὰ τί εἰς προνομὴν ἐγένετο; ἐπ᾿ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ υἱοὶ Μέμφεως καὶ Ταφωὰς ἔγνωσάν σε καὶ κατέπαιζόν σου· οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ θεός σου. καὶ νῖν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηὼν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἴδε ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ θεός σου.

---

Septuaginta, Jeremias, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg049.local002/.
