Ancient Greek · ~2 min
21.12 to 21.14
Septuaginta, Jeremias 21.12-14
Not analysed yet
οἶκος Δαυείδ, τάδε λέγει Κύριος Κρίνατε πρωὶ κρίμα καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργὴ μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινήν, τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον; καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.