Ancient Greek
22.26 to 22.30
Septuaginta, Jeremias 22.26-30
Not analysed yet
καὶ ἀπορίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε· εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν. ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει. γῆ γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυείδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.