Ancient Greek · ~7 min
27.15 to 27.28
Septuaginta, Jeremias 27.15-28
Not analysed yet
καὶ κατακρατήσατε αὐτὴν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστίν, ἐκδικεῖτε ἐπʼ αὐτήν, καθὼς ἐποίησεν ποιήσατε αὐτῇ. ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν, καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται. Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ οὕτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ. καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Ἐφράιμ καὶ ἐν τῷ Γαλαάδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ. ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ἰσραὴλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελιμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος. Πικρῶς ἐπίβηθι ἐπʼ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπʼ αὐτὴν· ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι. φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῆ Χαλδαίων. πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; ἐπιβήσονταί σοι, καὶ οὐ γνώσῃ ὡς Βαβυλὼν καὶ ἁλώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐραυνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλιμμα· ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σφαγήν. οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. φωνὴ φευγόντων καὶ ἀνασωζομένων ἐκ γῆς Βαβυλῶνος, τοῦ ἀναγγεῖλαι εἰς Σειὼν τὴν ἐκδίκησιν παρὰ Κυρίου θεοῦ ἡμῶν.