Ancient Greek · ~7 min
28.49 to 28.62
Septuaginta, Jeremias 28.49-62
Not analysed yet
καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς. ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ κυρίου, καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμᾶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου. διὰ τοῦτο ἰδοὺ ἡμέραι, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανός, καὶ ὅτι ἐὰν ἀχυρώσῃ τὰ τείχη ἰσχύι αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν, λέγει Κύριος. φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων, ὅτι ἐξωλέθρευσεν Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς. ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ὁ θεὸς ἀνταποδίδωσιν αὐτοῖς. Κύριος ἀνταποδίδωσιν καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ. τάδε λέγει Κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐνπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν. Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἰερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρείου υἱῷ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ· καὶ Σαραίας ἄρχων δώρων. καὶ ἔγραψεν Ἰερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα. Καὶ εἶπεν Ἰερεμίας πρὸς Σαραίαν Ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους, καὶ ἐρεῖς Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.