# Jeremias 32.1-15

Septuaginta, Jeremias, 32.1 to 32.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/jeremias/32.1

Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου, καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς, καὶ ἐξεμοῦνται, καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με Κύριος πρὸς αὐτά, τὴν Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ βασιλεῖς Ἰούδα καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν, καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πάντας τοὺς συμμίκτους, καὶ πάντας τοὺς βασιλεῖς ἀλλοφύλων, τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν Ἀκκαρών, καὶ τὸ ἐπί λοιπον Ἀζώτου, καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβεῖτιν καὶ τοὺς υἱοὺς Ἀμμών, καὶ βασιλεῖς Γύρου καὶ βασιλεῖς Σειδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης, καὶ τὴν Δαιδὰν καὶ τὴν Θαιμὰν καὶ τὴν Ῥὼς καὶ πᾶν περικεκαρμένον κατὰ πρόσαωπον αὐτοῦ, καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ, καὶ πάντας βασιλεῖς Aἰλὰμ καὶ πάντας βασιλεῖς Περσῶν, καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάσας βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Πίετε, μεθύσθητε, καὶ ἐξεμέσετε καὶ πεσεῖσθε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Πιόντες πίεσθε, ὅτι ἐν πόλει ἐν ᾗ ὠνομάσθη τὸ ὄνομά μου ἐπʼ αὐτὴν ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καθάρσει οὐ μὴ καθαρισθῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς.

---

Septuaginta, Jeremias, ed. Henry Barclay Swete D.D.. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg049.local002/.
