Ancient Greek · ~2 min
34.13 to 34.18
Septuaginta, Jeremias 34.13-18
Not analysed yet
ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν Κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν· οὐκ ἀπέστειλα αὐτούς. εἰ προφῆταί εἰσιν, καὶ εἰ ἔστιν λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· ὅτι οὕτως εἶπεν Κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ἰεχονίαν ἐξ Ἰερουσαλήμ, εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος.