Ancient Greek · ~7 min
39.1 to 39.14
Septuaginta, Jeremias 39.1-14
Not analysed yet
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἰερεμίαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ βασιλεῖ Σεδεκίᾳ, οὕτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος. Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἰερουσαλήμ, καὶ Ιερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ βασιλέως, ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκίας λέγων Διὰ τί σὺ προφητεύεις λέγων Οὕτως εἶπεν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶυ βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν, καὶ Σεδεκίας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται, καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σέ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν. καὶ ἦλθεν πρὸς μέ Ἁναμεὴλ υἱὸς Σαμὼλ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπε Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστίν, καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου, καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατʼ ὀφθαλμοὺς Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατʼ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατʼ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. καὶ συνέταξα τῷ Βαροὺχ κατʼ ὀφθαλμοὺς αὐτῶν λέγων Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους.