Ancient Greek · ~3 min
45.25 to 45.28
Septuaginta, Jeremias 45.25-28
Not analysed yet
καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσιν πρὸς σέ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς; καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸν ἔλεόν μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωναθὰμ ἀποθανεῖν ἐκεῖ. καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη λόγος Κυρίου. καὶ ἐκάθισεν Ἰερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ἰερουσαλήμ.