Ancient Greek · ~4 min
47.11 to 47.16
Septuaginta, Jeremias 47.11-16
Not analysed yet
καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ καὶ ἐν υἱοῖς Ἀμμὼν καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλιμμα τῷ Ἰούδα, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ. καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφά, καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον. Καὶ Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν ; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας. καὶ Ἰωανὰν εἶπεν τῷ Γοθολίᾳ κρυφαίως ἐν Μασσηφά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σέ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα. καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπέρ Ἰσμαήλ.