Ancient Greek · ~8 min
51.22 to 51.31
Septuaginta, Jeremias 51.22-31
Not analysed yet
καὶ οὐκ ἡδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀπὸ προσώπου ὡν ἐθυμιᾶτε καὶ ὡὡν ἡμάρτετε τῷ κυρίῳ· καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα. καὶ εἶπεν Ἱερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν Ἀκούσατε τὸν λόγον Κυρίου. οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ 'Υμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε, καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε, λέγουσαι Ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν ὅς ὡμολογήκαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐνμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦσαι ἐποιήσατε. διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰουδὰ οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ ὠμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν Ζῇ Κύριος, ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ. ὅτι ἐγὼ ἐγρήγορα ἐπʼ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ἰουδὰ οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν όομφαίᾳ καὶ ἐν λιμῷ, ἐὰν ἐκλίπωσιν. καὶ οἱ σεσαοσμένοι ἀπὸ όομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐνμένει. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐφʼ ὑμᾶς εἰς πονηρά· οὕτως εἰπὲν Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὑαφρὴ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. Ὁ λγγος δν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὐχ υἱὸν Νηρίου, ὅτε ἔγραφεν τοὺς λθγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἰερεμίου, ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱῷ Ἰωσίᾳ βασιλέως Ἰοόδα.